ΠΕΤΡΟΥ Α

1:1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου , Γαλατίας , Καππαδοκίας , Ἀσίας , καὶ Βιθυνίας , 2 κατὰ πρόγνωσιν θεοῦ πατρός , ἐν ἁγιασμῷ πνεύματος , εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ · χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη .

3 Εὐλογητὸς θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν , 4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον , τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς 5 τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ . 6 ἐν ἀγαλλιᾶσθε , ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς , 7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ . 8 ὃν οὐκ ἰδόντες ἀγαπᾶτε , εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ , 9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν .

10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες , 11 ἐραυνῶντες εἰς τίνα ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας · 12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά , νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπʼ οὐρανοῦ , εἰς ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι .

13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν , νήφοντες τελείως , ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ . 14 ὡς τέκνα ὑπακοῆς , μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις , 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε , 16 διότι γέγραπται ὅτι Ἅγιοι ἔσεσθε , ὅτι ἐγὼ ἅγιος .

17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον , ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε · 18 εἰδότες ὅτι οὐ φθαρτοῖς , ἀργυρίῳ χρυσίῳ , ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου , 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ , 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου , φανερωθέντος δὲ ἐπʼ ἐσχάτου τῶν χρόνων διʼ ὑμᾶς 21 τοὺς διʼ αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα , ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν .

22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς , 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου , διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος · 24 διότι πᾶσα σὰρξ ὡς χόρτος , καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου · ἐξηράνθη χόρτος , καὶ τὸ ἄνθος ἐξέπεσεν · 25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα . τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς .

2:1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς , 2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε , ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν ⸃, 3 εἰ ἐγεύσασθε ὅτι χρηστὸς κύριος .

4 Πρὸς ὃν προσερχόμενοι , λίθον ζῶντα , ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον 5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον , ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ · 6 διότι περιέχει ἐν γραφῇ · Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον , καὶ πιστεύων ἐπʼ αὐτῷ οὐ μὴ καταισχυνθῇ . 7 ὑμῖν οὖν τιμὴ τοῖς πιστεύουσιν · ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας 8 καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου · οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες · εἰς καὶ ἐτέθησαν .

9 Ὑμεῖς δὲ γένος ἐκλεκτόν , βασίλειον ἱεράτευμα , ἔθνος ἅγιον , λαὸς εἰς περιποίησιν , ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς · 10 οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ , οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες . 11 Ἀγαπητοί , παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν , αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς · 12 τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν ⸃, ἵνα , ἐν καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν , ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσι τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς .

13 Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον · εἴτε βασιλεῖ ὡς ὑπερέχοντι , 14 εἴτε ἡγεμόσιν ὡς διʼ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν 15 ( ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ , ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν 16 ὡς ἐλεύθεροι , καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν , ἀλλʼ ὡς θεοῦ δοῦλοι ⸃. 17 πάντας τιμήσατε , τὴν ἀδελφότητα ἀγαπᾶτε , τὸν θεὸν φοβεῖσθε , τὸν βασιλέα τιμᾶτε .

18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις , οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς . 19 τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως · 20 ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε ; ἀλλʼ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε , τοῦτο χάρις παρὰ θεῷ . 21 εἰς τοῦτο γὰρ ἐκλήθητε , ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν , ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ · 22 ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ · 23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει , πάσχων οὐκ ἠπείλει , παρεδίδου δὲ τῷ κρίνοντι δικαίως · 24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον , ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν · οὗ τῷ μώλωπι ἰάθητε . 25 ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι , ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν .

3:1 Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν , ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται 2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν . 3 ὧν ἔστω οὐχ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἐνδύσεως ἱματίων κόσμος , 4 ἀλλʼ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος , ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές . 5 οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς θεὸν ἐκόσμουν ἑαυτάς , ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν , 6 ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ , κύριον αὐτὸν καλοῦσα · ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν .

7 Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν , ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν , ὡς καὶ συγκληρονόμοις χάριτος ζωῆς , εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν .

8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες , συμπαθεῖς , φιλάδελφοι , εὔσπλαγχνοι , ταπεινόφρονες , 9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ εὐλογοῦντες , ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε . 10 γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον , 11 ἐκκλινάτω δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν , ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν · 12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν , πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά .

13 Καὶ τίς κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε ; 14 ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην , μακάριοι . τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε , 15 κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν , ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος , 16 ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου , συνείδησιν ἔχοντες ἀγαθήν , ἵνα ἐν καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν . 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας , εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ , πάσχειν κακοποιοῦντας . 18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν , δίκαιος ὑπὲρ ἀδίκων , ἵνα ὑμᾶς προσαγάγῃ τῷ θεῷ , θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι · 19 ἐν καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν , 20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι , τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί , διεσώθησαν διʼ ὕδατος . 21 καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα , οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν , διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ , 22 ὅς ἐστιν ἐν δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων .

4:1 Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε , ὅτι παθὼν σαρκὶ πέπαυται ἁμαρτίας , 2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον . 3 ἀρκετὸς γὰρ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι , πεπορευμένους ἐν ἀσελγείαις , ἐπιθυμίαις , οἰνοφλυγίαις , κώμοις , πότοις , καὶ ἀθεμίτοις εἰδωλολατρίαις . 4 ἐν ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν , βλασφημοῦντες · 5 οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς · 6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι . 7 Πάντων δὲ τὸ τέλος ἤγγικεν . σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς · 8 πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες , ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν · 9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ · 10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα , εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ · 11 εἴ τις λαλεῖ , ὡς λόγια θεοῦ · εἴ τις διακονεῖ , ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ θεός · ἵνα ἐν πᾶσιν δοξάζηται θεὸς διὰ Ἰησοῦ Χριστοῦ , ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων · ἀμήν . 12 Ἀγαπητοί , μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος , 13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε , ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι . 14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ , μακάριοι , ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφʼ ὑμᾶς ἀναπαύεται . 15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς κλέπτης κακοποιὸς ὡς ἀλλοτριεπίσκοπος · 16 εἰ δὲ ὡς Χριστιανός , μὴ αἰσχυνέσθω , δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ . 17 ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ · εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν , τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ ; 18 καὶ εἰ δίκαιος μόλις σῴζεται , ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ; 19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ . 5:1 Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων , καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός , 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ , ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν ⸃, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως , 3 μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου · 4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον . 5 ὁμοίως , νεώτεροι , ὑποτάγητε πρεσβυτέροις . πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε , ὅτι θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν . 6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ , ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ , 7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν , ὅτι αὐτῷ μέλει περὶ ὑμῶν . 8 νήψατε , γρηγορήσατε . ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν · 9 ἀντίστητε στερεοὶ τῇ πίστει , εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι . 10 δὲ θεὸς πάσης χάριτος , καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ , ὀλίγον παθόντας αὐτὸς καταρτίσει , στηρίξει , σθενώσει , θεμελιώσει . 11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ⸃· ἀμήν . 12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ , ὡς λογίζομαι , διʼ ὀλίγων ἔγραψα , παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ · εἰς ἣν στῆτε . 13 ἀσπάζεται ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος υἱός μου . 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης . εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ .