ΠΡΟΣ ΓΑΛΑΤΑΣ

1:1 Παῦλος ἀπόστολος , οὐκ ἀπʼ ἀνθρώπων οὐδὲ διʼ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν , 2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί , ταῖς ἐκκλησίαις τῆς Γαλατίας · 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , 4 τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν , 5 δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων · ἀμήν .

6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον , 7 οὐκ ἔστιν ἄλλο · εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ . 8 ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρʼ εὐηγγελισάμεθα ὑμῖν , ἀνάθεμα ἔστω . 9 ὡς προειρήκαμεν , καὶ ἄρτι πάλιν λέγω , εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ παρελάβετε , ἀνάθεμα ἔστω .

10 Ἄρτι γὰρ ἀνθρώπους πείθω τὸν θεόν ; ζητῶ ἀνθρώποις ἀρέσκειν ; εἰ ἔτι ἀνθρώποις ἤρεσκον , Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην .

11 Γνωρίζω γὰρ ὑμῖν , ἀδελφοί , τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον · 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό , οὔτε ἐδιδάχθην , ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ .

13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ , ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν , 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου , περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων . 15 ὅτε δὲ εὐδόκησεν ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν , εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι , 17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους , ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν , καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν .

18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν , καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε · 19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον , εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου . 20 δὲ γράφω ὑμῖν , ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι . 21 ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας . 22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ , 23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει , 24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν .

2:1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συμπαραλαβὼν καὶ Τίτον · 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν · καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον κηρύσσω ἐν τοῖς ἔθνεσιν , κατʼ ἰδίαν δὲ τοῖς δοκοῦσιν , μή πως εἰς κενὸν τρέχω ἔδραμον . 3 ἀλλʼ οὐδὲ Τίτος σὺν ἐμοί , Ἕλλην ὤν , ἠναγκάσθη περιτμηθῆναι · 4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους , οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ , ἵνα ἡμᾶς καταδουλώσουσιν 5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ , ἵνα ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς . 6 ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει · πρόσωπον θεὸς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο , 7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς , 8 γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη , 9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι , Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης , οἱ δοκοῦντες στῦλοι εἶναι , δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας , ἵνα ἡμεῖς εἰς τὰ ἔθνη , αὐτοὶ δὲ εἰς τὴν περιτομήν · 10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν , καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι . 11 Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν , κατὰ πρόσωπον αὐτῷ ἀντέστην , ὅτι κατεγνωσμένος ἦν · 12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν · ὅτε δὲ ἦλθον , ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν , φοβούμενος τοὺς ἐκ περιτομῆς . 13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι , ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει . 14 ἀλλʼ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου , εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων · Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς ⸃, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν ; 15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί , 16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ ⸃, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν , ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου , ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ . 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί , ἆρα Χριστὸς ἁμαρτίας διάκονος ; μὴ γένοιτο · 18 εἰ γὰρ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ , παραβάτην ἐμαυτὸν συνιστάνω . 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω · Χριστῷ συνεσταύρωμαι · 20 ζῶ δὲ οὐκέτι ἐγώ , ζῇ δὲ ἐν ἐμοὶ Χριστός · δὲ νῦν ζῶ ἐν σαρκί , ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ . 21 οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ · εἰ γὰρ διὰ νόμου δικαιοσύνη , ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν . 3:1 ἀνόητοι Γαλάται , τίς ὑμᾶς ἐβάσκανεν , οἷς κατʼ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος ; 2 τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν , ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἐξ ἀκοῆς πίστεως ; 3 οὕτως ἀνόητοί ἐστε ; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε ; 4 τοσαῦτα ἐπάθετε εἰκῇ ; εἴ γε καὶ εἰκῇ . 5 οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἐξ ἀκοῆς πίστεως ; 6 καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ , καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην . 7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως , οὗτοι υἱοί εἰσιν Ἀβραάμ . 8 προϊδοῦσα δὲ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη . 9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ . 10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν , γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά . 11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον , ὅτι δίκαιος ἐκ πίστεως ζήσεται , 12 δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως , ἀλλʼ · ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς . 13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα , ὅτι γέγραπται ⸃· Ἐπικατάρατος πᾶς κρεμάμενος ἐπὶ ξύλου , 14 ἵνα εἰς τὰ ἔθνη εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ ⸃, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως . 15 Ἀδελφοί , κατὰ ἄνθρωπον λέγω · ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἐπιδιατάσσεται . 16 τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ · οὐ λέγει · Καὶ τοῖς σπέρμασιν , ὡς ἐπὶ πολλῶν , ἀλλʼ ὡς ἐφʼ ἑνός · Καὶ τῷ σπέρματί σου , ὅς ἐστιν Χριστός . 17 τοῦτο δὲ λέγω · διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ , εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν . 18 εἰ γὰρ ἐκ νόμου κληρονομία , οὐκέτι ἐξ ἐπαγγελίας · τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται θεός . 19 Τί οὖν νόμος ; τῶν παραβάσεων χάριν προσετέθη , ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ἐπήγγελται , διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου · 20 δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν , δὲ θεὸς εἷς ἐστιν . 21 οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ ; μὴ γένοιτο · εἰ γὰρ ἐδόθη νόμος δυνάμενος ζῳοποιῆσαι , ὄντως ἐκ νόμου ἂν ἦν δικαιοσύνη . 22 ἀλλὰ συνέκλεισεν γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν . 23 Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι . 24 ὥστε νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν , ἵνα ἐκ πίστεως δικαιωθῶμεν · 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν . 26 πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ . 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε , Χριστὸν ἐνεδύσασθε · 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην , οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος , οὐκ ἔνι ἄρσεν καὶ θῆλυ · πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ . 29 εἰ δὲ ὑμεῖς Χριστοῦ , ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ , κατʼ ἐπαγγελίαν κληρονόμοι . 4:1 Λέγω δέ , ἐφʼ ὅσον χρόνον κληρονόμος νήπιός ἐστιν , οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν , 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός . 3 οὕτως καὶ ἡμεῖς , ὅτε ἦμεν νήπιοι , ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι · 4 ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου , ἐξαπέστειλεν θεὸς τὸν υἱὸν αὐτοῦ , γενόμενον ἐκ γυναικός , γενόμενον ὑπὸ νόμον , 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ , ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν . 6 ὅτι δέ ἐστε υἱοί , ἐξαπέστειλεν θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν , κρᾶζον · Αββα πατήρ . 7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός · εἰ δὲ υἱός , καὶ κληρονόμος διὰ θεοῦ ⸃.

8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς · 9 νῦν δὲ γνόντες θεόν , μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ , πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα , οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε ; 10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς . 11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς .

12 Γίνεσθε ὡς ἐγώ , ὅτι κἀγὼ ὡς ὑμεῖς , ἀδελφοί , δέομαι ὑμῶν . οὐδέν με ἠδικήσατε · 13 οἴδατε δὲ ὅτι διʼ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον , 14 καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε , ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με , ὡς Χριστὸν Ἰησοῦν . 15 ποῦ οὖν μακαρισμὸς ὑμῶν ; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι . 16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν ; 17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς , ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν , ἵνα αὐτοὺς ζηλοῦτε . 18 καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε , καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς , 19 τέκνα μου , οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν · 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι , καὶ ἀλλάξαι τὴν φωνήν μου , ὅτι ἀποροῦμαι ἐν ὑμῖν .

21 Λέγετέ μοι , οἱ ὑπὸ νόμον θέλοντες εἶναι , τὸν νόμον οὐκ ἀκούετε ; 22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν , ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας · 23 ἀλλʼ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται , δὲ ἐκ τῆς ἐλευθέρας διʼ ἐπαγγελίας . 24 ἅτινά ἐστιν ἀλληγορούμενα · αὗται γάρ εἰσιν δύο διαθῆκαι , μία μὲν ἀπὸ ὄρους Σινᾶ , εἰς δουλείαν γεννῶσα , ἥτις ἐστὶν Ἁγάρ , 25 τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ , συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ , δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς · 26 δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν , ἥτις ἐστὶν μήτηρ ἡμῶν · 27 γέγραπται γάρ · Εὐφράνθητι , στεῖρα οὐ τίκτουσα , ῥῆξον καὶ βόησον , οὐκ ὠδίνουσα · ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα . 28 ὑμεῖς δέ , ἀδελφοί , κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ ⸃· 29 ἀλλʼ ὥσπερ τότε κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα , οὕτως καὶ νῦν . 30 ἀλλὰ τί λέγει γραφή ; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς , οὐ γὰρ μὴ κληρονομήσει υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας . 31 διό , ἀδελφοί , οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας . 5:1 τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν · στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε .

2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει . 3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι . 4 κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε , τῆς χάριτος ἐξεπέσατε . 5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα . 6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία , ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη .

7 Ἐτρέχετε καλῶς · τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι ; 8 πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς . 9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ . 10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε · δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα , ὅστις ἐὰν . 11 ἐγὼ δέ , ἀδελφοί , εἰ περιτομὴν ἔτι κηρύσσω , τί ἔτι διώκομαι ; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ . 12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς .

13 Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε , ἀδελφοί · μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί , ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις · 14 γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται , ἐν τῷ · Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν . 15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε , βλέπετε μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε .

16 Λέγω δέ , πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε . 17 γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος , τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός , ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται ⸃, ἵνα μὴ ἐὰν θέλητε ταῦτα ποιῆτε . 18 εἰ δὲ πνεύματι ἄγεσθε , οὐκ ἐστὲ ὑπὸ νόμον . 19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός , ἅτινά ἐστιν πορνεία , ἀκαθαρσία , ἀσέλγεια , 20 εἰδωλολατρία , φαρμακεία , ἔχθραι , ἔρις , ζῆλος ⸃, θυμοί , ἐριθεῖαι , διχοστασίαι , αἱρέσεις , 21 φθόνοι , μέθαι , κῶμοι , καὶ τὰ ὅμοια τούτοις , προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν .

22 δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη , χαρά , εἰρήνη , μακροθυμία , χρηστότης , ἀγαθωσύνη , πίστις , 23 πραΰτης , ἐγκράτεια · κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος . 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις . 25 εἰ ζῶμεν πνεύματι , πνεύματι καὶ στοιχῶμεν . 26 μὴ γινώμεθα κενόδοξοι , ἀλλήλους προκαλούμενοι , ἀλλήλοις φθονοῦντες .

6:1 Ἀδελφοί , ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι , ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος , σκοπῶν σεαυτόν , μὴ καὶ σὺ πειρασθῇς . 2 ἀλλήλων τὰ βάρη βαστάζετε , καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ . 3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν , φρεναπατᾷ ἑαυτόν ⸃· 4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος , καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον , 5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει .

6 Κοινωνείτω δὲ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς . 7 μὴ πλανᾶσθε , θεὸς οὐ μυκτηρίζεται · γὰρ ἐὰν σπείρῃ ἄνθρωπος , τοῦτο καὶ θερίσει · 8 ὅτι σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν , δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον . 9 τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν , καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι . 10 ἄρα οὖν ὡς καιρὸν ἔχομεν , ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας , μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως .

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί . 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί , οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι , μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται · 13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν , ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται . 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ . 15 οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία , ἀλλὰ καινὴ κτίσις . 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν , εἰρήνη ἐπʼ αὐτοὺς καὶ ἔλεος , καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ .

17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω , ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω .

18 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν , ἀδελφοί · ἀμήν .