ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

1:1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις 2 ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ , ὃν ἔθηκεν κληρονόμον πάντων , διʼ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας ⸃· 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ , φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως , διʼ αὑτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς , 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς κεκληρονόμηκεν ὄνομα .

5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων · Υἱός μου εἶ σύ , ἐγὼ σήμερον γεγέννηκά σε , καὶ πάλιν · Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα , καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν ; 6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην , λέγει · Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ . 7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει · ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα , καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα · 8 πρὸς δὲ τὸν υἱόν · θρόνος σου θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος , καὶ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου . 9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν · διὰ τοῦτο ἔχρισέν σε θεός , θεός σου , ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου · 10 καί · Σὺ κατʼ ἀρχάς , κύριε , τὴν γῆν ἐθεμελίωσας , καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί · 11 αὐτοὶ ἀπολοῦνται , σὺ δὲ διαμένεις · καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται , 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς , ὡς ἱμάτιον καὶ ἀλλαγήσονται · σὺ δὲ αὐτὸς εἶ , καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν . 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε · Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου ; 14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν ;

2:1 Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν , μήποτε παραρυῶμεν . 2 εἰ γὰρ διʼ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος , καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν , 3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας , ἥτις , ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου , ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη , 4 συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν ;

5 Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν , περὶ ἧς λαλοῦμεν · 6 διεμαρτύρατο δέ πού τις λέγων · Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ , υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν ; 7 ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους , δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν , 8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ · ἐν τῷ γὰρ ὑποτάξαι τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον . νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα · 9 τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον , ὅπως χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου .

10 Ἔπρεπεν γὰρ αὐτῷ , διʼ ὃν τὰ πάντα καὶ διʼ οὗ τὰ πάντα , πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι . 11 τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες · διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν , 12 λέγων · Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου , ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε · 13 καὶ πάλιν · Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ · καὶ πάλιν · Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μοι ἔδωκεν θεός .

14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός ⸃, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν , ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου , τοῦτʼ ἔστι τὸν διάβολον , 15 καὶ ἀπαλλάξῃ τούτους , ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας . 16 οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται , ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται . 17 ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι , ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν , εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ · 18 ἐν γὰρ πέπονθεν αὐτὸς πειρασθείς , δύναται τοῖς πειραζομένοις βοηθῆσαι .

3:1 Ὅθεν , ἀδελφοὶ ἅγιοι , κλήσεως ἐπουρανίου μέτοχοι , κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν , 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν τῷ οἴκῳ αὐτοῦ . 3 πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν · 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος , δὲ πάντα κατασκευάσας θεός . 5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων , 6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ · ὃς οἶκός ἐσμεν ἡμεῖς , ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν .

7 Διό , καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον · Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε , 8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ , κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ , 9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου 10 τεσσεράκοντα ἔτη · διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον · Ἀεὶ πλανῶνται τῇ καρδίᾳ · αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου · 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου · Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου . 12 βλέπετε , ἀδελφοί , μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος , 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν , ἄχρις οὗ τὸ Σήμερον καλεῖται , ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας · 14 μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν ⸃, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν . 15 ἐν τῷ λέγεσθαι · Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε , Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ . 16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν ; ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως ; 17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη ; οὐχὶ τοῖς ἁμαρτήσασιν , ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ ; 18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν ; 19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διʼ ἀπιστίαν .

4:1 Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι · 2 καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι , ἀλλʼ οὐκ ὠφέλησεν λόγος τῆς ἀκοῆς ἐκείνους , μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν . 3 εἰσερχόμεθα γὰρ εἰς κατάπαυσιν οἱ πιστεύσαντες , καθὼς εἴρηκεν · Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου , Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου , καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων , 4 εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως · Καὶ κατέπαυσεν θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ , 5 καὶ ἐν τούτῳ πάλιν · Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου . 6 ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν , καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον διʼ ἀπείθειαν , 7 πάλιν τινὰ ὁρίζει ἡμέραν , Σήμερον , ἐν Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον , καθὼς προείρηται , Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε , μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν · 8 εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν , οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας . 9 ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ · 10 γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων θεός . 11 σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν , ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας .

12 Ζῶν γὰρ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος , ἁρμῶν τε καὶ μυελῶν , καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας · 13 καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ , πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ , πρὸς ὃν ἡμῖν λόγος .

14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς , Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ , κρατῶμεν τῆς ὁμολογίας · 15 οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν , πεπειρασμένον δὲ κατὰ πάντα καθʼ ὁμοιότητα χωρὶς ἁμαρτίας . 16 προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος , ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν .

5:1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν , ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν , 2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν , 3 καὶ διʼ αὐτὴν ὀφείλει , καθὼς περὶ τοῦ λαοῦ , οὕτως καὶ περὶ αὑτοῦ προσφέρειν περὶ ἁμαρτιῶν . 4 καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν , ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ , καθώσπερ καὶ Ἀαρών .

5 Οὕτως καὶ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα , ἀλλʼ λαλήσας πρὸς αὐτόν · Υἱός μου εἶ σύ , ἐγὼ σήμερον γεγέννηκά σε · 6 καθὼς καὶ ἐν ἑτέρῳ λέγει · Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ , 7 ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας , 8 καίπερ ὢν υἱός , ἔμαθεν ἀφʼ ὧν ἔπαθεν τὴν ὑπακοήν , 9 καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου , 10 προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ .

11 Περὶ οὗ πολὺς ἡμῖν λόγος καὶ δυσερμήνευτος λέγειν , ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς · 12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον , πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ , καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος , οὐ στερεᾶς τροφῆς . 13 πᾶς γὰρ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης , νήπιος γάρ ἐστιν · 14 τελείων δέ ἐστιν στερεὰ τροφή , τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ .

6:1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα , μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων , καὶ πίστεως ἐπὶ θεόν , 2 βαπτισμῶν διδαχὴν ἐπιθέσεώς τε χειρῶν , ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου . 3 καὶ τοῦτο ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ θεός . 4 Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου 5 καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος , 6 καὶ παραπεσόντας , πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν , ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας . 7 γῆ γὰρ πιοῦσα τὸν ἐπʼ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν , καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται , μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ · 8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς , ἧς τὸ τέλος εἰς καῦσιν .

9 Πεπείσμεθα δὲ περὶ ὑμῶν , ἀγαπητοί , τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας , εἰ καὶ οὕτως λαλοῦμεν · 10 οὐ γὰρ ἄδικος θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ , διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες . 11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους , 12 ἵνα μὴ νωθροὶ γένησθε , μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας .

13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος θεός , ἐπεὶ κατʼ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι , ὤμοσεν καθʼ ἑαυτοῦ , 14 λέγων · Εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε · 15 καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας . 16 ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν , καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος · 17 ἐν περισσότερον βουλόμενος θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ , 18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων , ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν , ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος · 19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς , ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος , 20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς , κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα .

7:1 Οὗτος γὰρ Μελχισέδεκ , βασιλεὺς Σαλήμ , ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου , συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν , 2 καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ , πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ , ἐστιν βασιλεὺς εἰρήνης , 3 ἀπάτωρ , ἀμήτωρ , ἀγενεαλόγητος , μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων , ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ , μένει ἱερεὺς εἰς τὸ διηνεκές .

4 Θεωρεῖτε δὲ πηλίκος οὗτος δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων πατριάρχης . 5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον , τοῦτʼ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν , καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ · 6 δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ , καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν . 7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται . 8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν , ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ . 9 καὶ ὡς ἔπος εἰπεῖν , διʼ Ἀβραὰμ καὶ Λευὶ δεκάτας λαμβάνων δεδεκάτωται , 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ .

11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν , λαὸς γὰρ ἐπʼ αὐτῆς νενομοθέτηται , τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι ; 12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται . 13 ἐφʼ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν , ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ · 14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν κύριος ἡμῶν , εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν .

15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν , εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος , 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου , 17 μαρτυρεῖται γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ . 18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές , 19 οὐδὲν γὰρ ἐτελείωσεν νόμος , ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος , διʼ ἧς ἐγγίζομεν τῷ θεῷ .

20 Καὶ καθʼ ὅσον οὐ χωρὶς ὁρκωμοσίας ( οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες , 21 δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν · Ὤμοσεν κύριος , καὶ οὐ μεταμεληθήσεται , Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα ), 22 κατὰ τοσοῦτο κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς .

23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν · 24 δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην · 25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους διʼ αὐτοῦ τῷ θεῷ , πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν .

26 Τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς , ὅσιος , ἄκακος , ἀμίαντος , κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν , καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος · 27 ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην , ὥσπερ οἱ ἀρχιερεῖς , πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν , ἔπειτα τῶν τοῦ λαοῦ ( τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας 28 νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν , λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱόν , εἰς τὸν αἰῶνα τετελειωμένον .

8:1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις , τοιοῦτον ἔχομεν ἀρχιερέα , ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς , 2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς , ἣν ἔπηξεν κύριος , οὐκ ἄνθρωπος . 3 πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται · ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον προσενέγκῃ . 4 εἰ μὲν οὖν ἦν ἐπὶ γῆς , οὐδʼ ἂν ἦν ἱερεύς , ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα · 5 ( οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων , καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν , Ὅρα γάρ , φησίν , ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει 6 νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας , ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης , ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται .

7 Εἰ γὰρ πρώτη ἐκείνη ἦν ἄμεμπτος , οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος · 8 μεμφόμενος γὰρ αὐτοὺς λέγει · Ἰδοὺ ἡμέραι ἔρχονται , λέγει κύριος , καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν , 9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου , ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου , κἀγὼ ἠμέλησα αὐτῶν , λέγει κύριος . 10 ὅτι αὕτη διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας , λέγει κύριος , διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν , καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς , καὶ ἔσομαι αὐτοῖς εἰς θεόν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν . 11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ , λέγων · Γνῶθι τὸν κύριον , ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν . 12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν , καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι . 13 ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκεν τὴν πρώτην , τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ .

9:1 Εἶχε μὲν οὖν πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν . 2 σκηνὴ γὰρ κατεσκευάσθη πρώτη ἐν τε λυχνία καὶ τράπεζα καὶ πρόθεσις τῶν ἄρτων , ἥτις λέγεται Ἅγια · 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ λεγομένη Ἅγια Ἁγίων ⸃, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ , ἐν στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ῥάβδος Ἀαρὼν βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης , 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον · περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος .

6 Τούτων δὲ οὕτως κατεσκευασμένων , εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες , 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ἀρχιερεύς , οὐ χωρὶς αἵματος , προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων , 8 τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου , μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν , 9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα , καθʼ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα , 10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς , δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα .

11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου , τοῦτʼ ἔστιν οὐ ταύτης τῆς κτίσεως , 12 οὐδὲ διʼ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος , εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια , αἰωνίαν λύτρωσιν εὑράμενος . 13 εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα , 14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ , ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ , καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι .

15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν , ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας . 16 ὅπου γὰρ διαθήκη , θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου · 17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία , ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ διαθέμενος . 18 ὅθεν οὐδὲ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται · 19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ , λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν , 20 λέγων · Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς θεός · 21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν . 22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον , καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις .

23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι , αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας . 24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός , ἀντίτυπα τῶν ἀληθινῶν , ἀλλʼ εἰς αὐτὸν τὸν οὐρανόν , νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν · 25 οὐδʼ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν , ὥσπερ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατʼ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ , 26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου · νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται . 27 καὶ καθʼ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν , μετὰ δὲ τοῦτο κρίσις , 28 οὕτως καὶ Χριστός , ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας , ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν .

10:1 Σκιὰν γὰρ ἔχων νόμος τῶν μελλόντων ἀγαθῶν , οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων , κατʼ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι · 2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι , διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους ; 3 ἀλλʼ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατʼ ἐνιαυτόν , 4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας . 5 διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει · Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας , σῶμα δὲ κατηρτίσω μοι · 6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας . 7 τότε εἶπον · Ἰδοὺ ἥκω , ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ , τοῦ ποιῆσαι , θεός , τὸ θέλημά σου . 8 ἀνώτερον λέγων ὅτι Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας , αἵτινες κατὰ νόμον προσφέρονται , 9 τότε εἴρηκεν · Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου · ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ . 10 ἐν θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ .

11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθʼ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας , αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας . 12 οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ , 13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ , 14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους . 15 μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον , μετὰ γὰρ τὸ εἰρηκέναι · 16 Αὕτη διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας , λέγει κύριος , διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν , καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς , 17 καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι · 18 ὅπου δὲ ἄφεσις τούτων , οὐκέτι προσφορὰ περὶ ἁμαρτίας .

19 Ἔχοντες οὖν , ἀδελφοί , παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ , 20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος , τοῦτʼ ἔστιν τῆς σαρκὸς αὐτοῦ , 21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ , 22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως , ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ · 23 κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ , πιστὸς γὰρ ἐπαγγειλάμενος · 24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων , 25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν , καθὼς ἔθος τισίν , ἀλλὰ παρακαλοῦντες , καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν .

26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας , οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία , 27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους . 28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν τρισὶν μάρτυσιν ἀποθνῄσκει · 29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας , καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ἡγιάσθη , καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας . 30 οἴδαμεν γὰρ τὸν εἰπόντα · Ἐμοὶ ἐκδίκησις , ἐγὼ ἀνταποδώσω · καὶ πάλιν · Κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ . 31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος .

32 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας , ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων , 33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι , τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες · 34 καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε , καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε , γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν . 35 μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν , ἥτις ἔχει μεγάλην μισθαποδοσίαν ⸃, 36 ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν · 37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον , ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει · 38 δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται , καὶ ἐὰν ὑποστείληται , οὐκ εὐδοκεῖ ψυχή μου ἐν αὐτῷ . 39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν , ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς .

11:1 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις , πραγμάτων ἔλεγχος οὐ βλεπομένων · 2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι . 3 πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ , εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι .

4 Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ , διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος , μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ ⸃, καὶ διʼ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ . 5 Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον , καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν θεός · πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ , 6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι , πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται . 7 πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ , διʼ ἧς κατέκρινεν τὸν κόσμον , καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος .

8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν , καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται . 9 πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν , ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς · 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν , ἧς τεχνίτης καὶ δημιουργὸς θεός . 11 πίστει καὶ αὐτῇ Σάρρᾳ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας , ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον · 12 διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν , καὶ ταῦτα νενεκρωμένου , καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἄμμος παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἀναρίθμητος .

13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες , μὴ λαβόντες τὰς ἐπαγγελίας , ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι , καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς . 14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν . 15 καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν ἀφʼ ἧς ἐξέβησαν , εἶχον ἂν καιρὸν ἀνακάμψαι · 16 νῦν δὲ κρείττονος ὀρέγονται , τοῦτʼ ἔστιν ἐπουρανίου . διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν , ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν .

17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος , καὶ τὸν μονογενῆ προσέφερεν τὰς ἐπαγγελίας ἀναδεξάμενος , 18 πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα , 19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς θεός · ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο . 20 Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ . 21 πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν , καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ . 22 πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν , καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο .

23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ , διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως . 24 πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ , 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν , 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ , ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν . 27 πίστει κατέλιπεν Αἴγυπτον , μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως , τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν . 28 πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος , ἵνα μὴ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν .

29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς , ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν . 30 πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας . 31 πίστει Ῥαὰβ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν , δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης .

32 Καὶ τί ἔτι λέγω ; ἐπιλείψει με γὰρ διηγούμενον χρόνος περὶ Γεδεών , Βαράκ , Σαμψών , Ἰεφθάε , Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν , 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας , εἰργάσαντο δικαιοσύνην , ἐπέτυχον ἐπαγγελιῶν , ἔφραξαν στόματα λεόντων , 34 ἔσβεσαν δύναμιν πυρός , ἔφυγον στόματα μαχαίρης , ἐδυναμώθησαν ἀπὸ ἀσθενείας , ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ , παρεμβολὰς ἔκλιναν ἀλλοτρίων · 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν · ἄλλοι δὲ ἐτυμπανίσθησαν , οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν , ἵνα κρείττονος ἀναστάσεως τύχωσιν · 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον , ἔτι δὲ δεσμῶν καὶ φυλακῆς · 37 ἐλιθάσθησαν , ἐπρίσθησαν , ἐν φόνῳ μαχαίρης ἀπέθανον , περιῆλθον ἐν μηλωταῖς , ἐν αἰγείοις δέρμασιν , ὑστερούμενοι , θλιβόμενοι , κακουχούμενοι , 38 ὧν οὐκ ἦν ἄξιος κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς · 39 καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν , 40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου , ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν .

12:1 Τοιγαροῦν καὶ ἡμεῖς , τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων , ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν , διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα , 2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν , ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας , ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν .

3 Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτοὺς ἀντιλογίαν , ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι . 4 οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι , 5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως , ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται , Υἱέ μου , μὴ ὀλιγώρει παιδείας κυρίου , μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος · 6 ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει , μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται . 7 εἰς παιδείαν ὑπομένετε · ὡς υἱοῖς ὑμῖν προσφέρεται θεός · τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ ; 8 εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες , ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε ⸃. 9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα · οὐ πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν ; 10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον , δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ . 11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης , ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης .

12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε , 13 καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν , ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ , ἰαθῇ δὲ μᾶλλον .

14 Εἰρήνην διώκετε μετὰ πάντων , καὶ τὸν ἁγιασμόν , οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον , 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ , μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ διʼ αὐτῆς μιανθῶσιν πολλοί , 16 μή τις πόρνος βέβηλος ὡς Ἠσαῦ , ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ . 17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη , μετανοίας γὰρ τόπον οὐχ εὗρεν , καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν .

18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ 19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων , ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον · 20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον · Κἂν θηρίον θίγῃ τοῦ ὄρους , λιθοβοληθήσεται · 21 καί , οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον , Μωϋσῆς εἶπεν · Ἔκφοβός εἰμι καὶ ἔντρομος . 22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος , Ἰερουσαλὴμ ἐπουρανίῳ , καὶ μυριάσιν ἀγγέλων , πανηγύρει 23 καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς ⸃, καὶ κριτῇ θεῷ πάντων , καὶ πνεύμασι δικαίων τετελειωμένων , 24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ , καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ .

25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα · εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα , πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι · 26 οὗ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε , νῦν δὲ ἐπήγγελται λέγων · Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν . 27 τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων , ἵνα μείνῃ τὰ μὴ σαλευόμενα . 28 διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν , διʼ ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους ⸃, 29 καὶ γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον .

13:1 φιλαδελφία μενέτω . 2 τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε , διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους . 3 μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι , τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι . 4 τίμιος γάμος ἐν πᾶσιν καὶ κοίτη ἀμίαντος , πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ θεός . 5 ἀφιλάργυρος τρόπος · ἀρκούμενοι τοῖς παροῦσιν · αὐτὸς γὰρ εἴρηκεν · Οὐ μή σε ἀνῶ οὐδʼ οὐ μή σε ἐγκαταλίπω · 6 ὥστε θαρροῦντας ἡμᾶς λέγειν · Κύριος ἐμοὶ βοηθός , οὐ φοβηθήσομαι · τί ποιήσει μοι ἄνθρωπος ; 7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν , οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ , ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν . 8 Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον αὐτός , καὶ εἰς τοὺς αἰῶνας . 9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε · καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν , οὐ βρώμασιν , ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες . 10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες . 11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως , τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς · 12 διὸ καὶ Ἰησοῦς , ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν , ἔξω τῆς πύλης ἔπαθεν . 13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς , τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες . 14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν , ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν · 15 διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ , τοῦτʼ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ . 16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε , τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται θεός . 17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε , αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες , ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες , ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο . 18 Προσεύχεσθε περὶ ἡμῶν , πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν , ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι . 19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν . 20 δὲ θεὸς τῆς εἰρήνης , ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου , τὸν κύριον ἡμῶν Ἰησοῦν , 21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ , ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ , δόξα εἰς τοὺς αἰῶνας · ἀμήν . 22 Παρακαλῶ δὲ ὑμᾶς , ἀδελφοί , ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως , καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν . 23 γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον , μεθʼ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς . 24 ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους . ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας . 25 χάρις μετὰ πάντων ὑμῶν .