ΙΑΚΩΒΟΥ

1:1 Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν .

2 Πᾶσαν χαρὰν ἡγήσασθε , ἀδελφοί μου , ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις , 3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν · 4 δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω , ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι , ἐν μηδενὶ λειπόμενοι .

5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας , αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος , καὶ δοθήσεται αὐτῷ · 6 αἰτείτω δὲ ἐν πίστει , μηδὲν διακρινόμενος , γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ · 7 μὴ γὰρ οἰέσθω ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου 8 ἀνὴρ δίψυχος , ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ .

9 Καυχάσθω δὲ ἀδελφὸς ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ , 10 δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ , ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται . 11 ἀνέτειλεν γὰρ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον , καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο · οὕτως καὶ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται .

12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν , ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς , ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν . 13 μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι · γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν , πειράζει δὲ αὐτὸς οὐδένα . 14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος · 15 εἶτα ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν , δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον . 16 μὴ πλανᾶσθε , ἀδελφοί μου ἀγαπητοί .

17 Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν , καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων , παρʼ οὐκ ἔνι παραλλαγὴ τροπῆς ἀποσκίασμα . 18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας , εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων .

19 Ἴστε , ἀδελφοί μου ἀγαπητοί . ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι , βραδὺς εἰς τὸ λαλῆσαι , βραδὺς εἰς ὀργήν , 20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται ⸃. 21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν .

22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς . 23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής , οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ , 24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν . 25 δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας , οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου , οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται .

26 Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ , τούτου μάταιος θρησκεία . 27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν , ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν , ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου .

2:1 Ἀδελφοί μου , μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης ; 2 ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ , εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι , 3 ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε · Σὺ κάθου ὧδε καλῶς , καὶ τῷ πτωχῷ εἴπητε · Σὺ στῆθι κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου , 4 οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν ; 5 ἀκούσατε , ἀδελφοί μου ἀγαπητοί . οὐχ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν ; 6 ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν . οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν , καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια ; 7 οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς ;

8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν , καλῶς ποιεῖτε · 9 εἰ δὲ προσωπολημπτεῖτε , ἁμαρτίαν ἐργάζεσθε , ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται . 10 ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ , πταίσῃ δὲ ἐν ἑνί , γέγονεν πάντων ἔνοχος . 11 γὰρ εἰπών · Μὴ μοιχεύσῃς εἶπεν καί · Μὴ φονεύσῃς · εἰ δὲ οὐ μοιχεύεις φονεύεις δέ , γέγονας παραβάτης νόμου . 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι . 13 γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος · κατακαυχᾶται ἔλεος κρίσεως .

14 Τί ὄφελος , ἀδελφοί μου , ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ ; μὴ δύναται πίστις σῶσαι αὐτόν ; 15 ἐὰν ἀδελφὸς ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς , 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν · Ὑπάγετε ἐν εἰρήνῃ , θερμαίνεσθε καὶ χορτάζεσθε , μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος , τί ὄφελος ; 17 οὕτως καὶ πίστις , ἐὰν μὴ ἔχῃ ἔργα ⸃, νεκρά ἐστιν καθʼ ἑαυτήν .

18 Ἀλλʼ ἐρεῖ τις · Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω . δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων , κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν . 19 σὺ πιστεύεις ὅτι εἷς ἐστιν θεός ⸃; καλῶς ποιεῖς · καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν . 20 θέλεις δὲ γνῶναι , ἄνθρωπε κενέ , ὅτι πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν ; 21 Ἀβραὰμ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη , ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ; 22 βλέπεις ὅτι πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων πίστις ἐτελειώθη , 23 καὶ ἐπληρώθη γραφὴ λέγουσα · Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ , καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην , καὶ φίλος θεοῦ ἐκλήθη . 24 ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον . 25 ὁμοίως δὲ καὶ Ῥαὰβ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη , ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα ; 26 ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν , οὕτως καὶ πίστις χωρὶς ἔργων νεκρά ἐστιν .

3:1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε , ἀδελφοί μου , εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα · 2 πολλὰ γὰρ πταίομεν ἅπαντες . εἴ τις ἐν λόγῳ οὐ πταίει , οὗτος τέλειος ἀνήρ , δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα . 3 εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν , καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν . 4 ἰδοὺ καὶ τὰ πλοῖα , τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα , μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ὁρμὴ τοῦ εὐθύνοντος βούλεται ⸃· 5 οὕτως καὶ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ ⸃.

Ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει · 6 καὶ γλῶσσα πῦρ , κόσμος τῆς ἀδικίας γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν , σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης . 7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ · 8 τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων ⸃· ἀκατάστατον κακόν , μεστὴ ἰοῦ θανατηφόρου . 9 ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα , καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθʼ ὁμοίωσιν θεοῦ γεγονότας · 10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα . οὐ χρή , ἀδελφοί μου , ταῦτα οὕτως γίνεσθαι . 11 μήτι πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν ; 12 μὴ δύναται , ἀδελφοί μου , συκῆ ἐλαίας ποιῆσαι ἄμπελος σῦκα ; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ .

13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν ; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας . 14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν , μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας . 15 οὐκ ἔστιν αὕτη σοφία ἄνωθεν κατερχομένη , ἀλλὰ ἐπίγειος , ψυχική , δαιμονιώδης · 16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία , ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα . 17 δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν , ἔπειτα εἰρηνική , ἐπιεικής , εὐπειθής , μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν , ἀδιάκριτος , ἀνυπόκριτος · 18 καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην .

4:1 Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν ; οὐκ ἐντεῦθεν , ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν ; 2 ἐπιθυμεῖτε , καὶ οὐκ ἔχετε · φονεύετε καὶ ζηλοῦτε , καὶ οὐ δύνασθε ἐπιτυχεῖν · μάχεσθε καὶ πολεμεῖτε . οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς · 3 αἰτεῖτε καὶ οὐ λαμβάνετε , διότι κακῶς αἰτεῖσθε , ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε . 4 μοιχαλίδες , οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν ; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου , ἐχθρὸς τοῦ θεοῦ καθίσταται . 5 δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει · Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκισεν ἐν ἡμῖν ; 6 μείζονα δὲ δίδωσιν χάριν · διὸ λέγει · θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν . 7 ὑποτάγητε οὖν τῷ θεῷ · ἀντίστητε δὲ τῷ διαβόλῳ , καὶ φεύξεται ἀφʼ ὑμῶν · 8 ἐγγίσατε τῷ θεῷ , καὶ ἐγγιεῖ ὑμῖν . καθαρίσατε χεῖρας , ἁμαρτωλοί , καὶ ἁγνίσατε καρδίας , δίψυχοι . 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε · γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν · 10 ταπεινώθητε ἐνώπιον κυρίου , καὶ ὑψώσει ὑμᾶς .

11 Μὴ καταλαλεῖτε ἀλλήλων , ἀδελφοί · καταλαλῶν ἀδελφοῦ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον · εἰ δὲ νόμον κρίνεις , οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής . 12 εἷς ἐστιν νομοθέτης καὶ κριτής ⸃, δυνάμενος σῶσαι καὶ ἀπολέσαι · σὺ δὲ τίς εἶ , κρίνων τὸν πλησίον ;

13 Ἄγε νῦν οἱ λέγοντες · Σήμερον αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν · 14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ζωὴ ὑμῶν · ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη , ἔπειτα καὶ ἀφανιζομένη · 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς · Ἐὰν κύριος θελήσῃ , καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἐκεῖνο . 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν · πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν . 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι , ἁμαρτία αὐτῷ ἐστιν .

5:1 Ἄγε νῦν οἱ πλούσιοι , κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις . 2 πλοῦτος ὑμῶν σέσηπεν , καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν , 3 χρυσὸς ὑμῶν καὶ ἄργυρος κατίωται , καὶ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν · ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις . 4 ἰδοὺ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ἀφυστερημένος ἀφʼ ὑμῶν κράζει , καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν · 5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε , ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς . 6 κατεδικάσατε , ἐφονεύσατε τὸν δίκαιον . οὐκ ἀντιτάσσεται ὑμῖν ;

7 Μακροθυμήσατε οὖν , ἀδελφοί , ἕως τῆς παρουσίας τοῦ κυρίου . ἰδοὺ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς , μακροθυμῶν ἐπʼ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον . 8 μακροθυμήσατε καὶ ὑμεῖς , στηρίξατε τὰς καρδίας ὑμῶν , ὅτι παρουσία τοῦ κυρίου ἤγγικεν . 9 μὴ στενάζετε , ἀδελφοί , κατʼ ἀλλήλων ⸃, ἵνα μὴ κριθῆτε · ἰδοὺ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν . 10 ὑπόδειγμα λάβετε , ἀδελφοί , τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας , οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου . 11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας · τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε , καὶ τὸ τέλος κυρίου εἴδετε , ὅτι πολύσπλαγχνός ἐστιν κύριος καὶ οἰκτίρμων .

12 Πρὸ πάντων δέ , ἀδελφοί μου , μὴ ὀμνύετε , μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον · ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ , ἵνα μὴ ὑπὸ κρίσιν πέσητε .

13 Κακοπαθεῖ τις ἐν ὑμῖν ; προσευχέσθω · εὐθυμεῖ τις ; ψαλλέτω . 14 ἀσθενεῖ τις ἐν ὑμῖν ; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας , καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου · 15 καὶ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα , καὶ ἐγερεῖ αὐτὸν κύριος · κἂν ἁμαρτίας πεποιηκώς , ἀφεθήσεται αὐτῷ . 16 ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων , ὅπως ἰαθῆτε . πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη . 17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν , καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι , καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ · 18 καὶ πάλιν προσηύξατο , καὶ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς .

19 Ἀδελφοί μου , ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν , 20 γινωσκέτω ὅτι ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν .