ΠΡΟΣ ΤΙΤΟΝ
1:1
Παῦλος
δοῦλος
θεοῦ
,
ἀπόστολος
δὲ
Ἰησοῦ
Χριστοῦ
κατὰ
πίστιν
ἐκλεκτῶν
θεοῦ
καὶ
ἐπίγνωσιν
ἀληθείας
τῆς
κατʼ
εὐσέβειαν
2
ἐπʼ
ἐλπίδι
ζωῆς
αἰωνίου
,
ἣν
ἐπηγγείλατο
ὁ
ἀψευδὴς
θεὸς
πρὸ
χρόνων
αἰωνίων
3
ἐφανέρωσεν
δὲ
καιροῖς
ἰδίοις
,
τὸν
λόγον
αὐτοῦ
ἐν
κηρύγματι
ὃ
ἐπιστεύθην
ἐγὼ
κατʼ
ἐπιταγὴν
τοῦ
σωτῆρος
ἡμῶν
θεοῦ
,
4
Τίτῳ
γνησίῳ
τέκνῳ
κατὰ
κοινὴν
πίστιν
·
χάρις
⸀
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
καὶ
⸂
Χριστοῦ
Ἰησοῦ
⸃
τοῦ
σωτῆρος
ἡμῶν
.
5
Τούτου
χάριν
⸀
ἀπέλιπόν
σε
ἐν
Κρήτῃ
ἵνα
τὰ
λείποντα
ἐπιδιορθώσῃ
,
καὶ
καταστήσῃς
κατὰ
πόλιν
πρεσβυτέρους
,
ὡς
ἐγώ
σοι
διεταξάμην
,
6
εἴ
τίς
ἐστιν
ἀνέγκλητος
,
μιᾶς
γυναικὸς
ἀνήρ
,
τέκνα
ἔχων
πιστά
,
μὴ
ἐν
κατηγορίᾳ
ἀσωτίας
ἢ
ἀνυπότακτα
.
7
δεῖ
γὰρ
τὸν
ἐπίσκοπον
ἀνέγκλητον
εἶναι
ὡς
θεοῦ
οἰκονόμον
,
μὴ
αὐθάδη
,
μὴ
ὀργίλον
,
μὴ
πάροινον
,
μὴ
πλήκτην
,
μὴ
αἰσχροκερδῆ
,
8
ἀλλὰ
φιλόξενον
,
φιλάγαθον
,
σώφρονα
,
δίκαιον
,
ὅσιον
,
ἐγκρατῆ
,
9
ἀντεχόμενον
τοῦ
κατὰ
τὴν
διδαχὴν
πιστοῦ
λόγου
,
ἵνα
δυνατὸς
ᾖ
καὶ
παρακαλεῖν
ἐν
τῇ
διδασκαλίᾳ
τῇ
ὑγιαινούσῃ
καὶ
τοὺς
ἀντιλέγοντας
ἐλέγχειν
.
10
Εἰσὶν
γὰρ
πολλοὶ
⸀
καὶ
ἀνυπότακτοι
,
ματαιολόγοι
καὶ
φρεναπάται
,
μάλιστα
οἱ
ἐκ
⸀
τῆς
περιτομῆς
,
11
οὓς
δεῖ
ἐπιστομίζειν
,
οἵτινες
ὅλους
οἴκους
ἀνατρέπουσιν
διδάσκοντες
ἃ
μὴ
δεῖ
αἰσχροῦ
κέρδους
χάριν
.
12
εἶπέν
τις
ἐξ
αὐτῶν
,
ἴδιος
αὐτῶν
προφήτης
,
Κρῆτες
ἀεὶ
ψεῦσται
,
κακὰ
θηρία
,
γαστέρες
ἀργαί
·
13
ἡ
μαρτυρία
αὕτη
ἐστὶν
ἀληθής
.
διʼ
ἣν
αἰτίαν
ἔλεγχε
αὐτοὺς
ἀποτόμως
,
ἵνα
ὑγιαίνωσιν
ἐν
τῇ
πίστει
,
14
μὴ
προσέχοντες
Ἰουδαϊκοῖς
μύθοις
καὶ
ἐντολαῖς
ἀνθρώπων
ἀποστρεφομένων
τὴν
ἀλήθειαν
.
15
⸀
πάντα
καθαρὰ
τοῖς
καθαροῖς
·
τοῖς
δὲ
μεμιαμμένοις
καὶ
ἀπίστοις
οὐδὲν
καθαρόν
,
ἀλλὰ
μεμίανται
αὐτῶν
καὶ
ὁ
νοῦς
καὶ
ἡ
συνείδησις
.
16
θεὸν
ὁμολογοῦσιν
εἰδέναι
,
τοῖς
δὲ
ἔργοις
ἀρνοῦνται
,
βδελυκτοὶ
ὄντες
καὶ
ἀπειθεῖς
καὶ
πρὸς
πᾶν
ἔργον
ἀγαθὸν
ἀδόκιμοι
.
2:1
Σὺ
δὲ
λάλει
ἃ
πρέπει
τῇ
ὑγιαινούσῃ
διδασκαλίᾳ
.
2
πρεσβύτας
νηφαλίους
εἶναι
,
σεμνούς
,
σώφρονας
,
ὑγιαίνοντας
τῇ
πίστει
,
τῇ
ἀγάπῃ
,
τῇ
ὑπομονῇ
.
3
Πρεσβύτιδας
ὡσαύτως
ἐν
καταστήματι
ἱεροπρεπεῖς
,
μὴ
διαβόλους
⸀
μηδὲ
οἴνῳ
πολλῷ
δεδουλωμένας
,
καλοδιδασκάλους
,
4
ἵνα
⸀
σωφρονίζωσι
τὰς
νέας
φιλάνδρους
εἶναι
,
φιλοτέκνους
,
5
σώφρονας
,
ἁγνάς
,
⸀
οἰκουργούς
,
ἀγαθάς
,
ὑποτασσομένας
τοῖς
ἰδίοις
ἀνδράσιν
,
ἵνα
μὴ
ὁ
λόγος
τοῦ
θεοῦ
βλασφημῆται
.
6
Τοὺς
νεωτέρους
ὡσαύτως
παρακάλει
σωφρονεῖν
·
7
περὶ
πάντα
σεαυτὸν
παρεχόμενος
τύπον
καλῶν
ἔργων
,
ἐν
τῇ
διδασκαλίᾳ
⸀
ἀφθορίαν
,
⸀
σεμνότητα
,
8
λόγον
ὑγιῆ
ἀκατάγνωστον
,
ἵνα
ὁ
ἐξ
ἐναντίας
ἐντραπῇ
μηδὲν
ἔχων
⸂
λέγειν
περὶ
ἡμῶν
⸃
φαῦλον
.
9
Δούλους
ἰδίοις
δεσπόταις
ὑποτάσσεσθαι
ἐν
πᾶσιν
,
εὐαρέστους
εἶναι
,
μὴ
ἀντιλέγοντας
,
10
μὴ
νοσφιζομένους
,
ἀλλὰ
⸂
πᾶσαν
πίστιν
⸃
ἐνδεικνυμένους
ἀγαθήν
,
ἵνα
τὴν
διδασκαλίαν
⸀
τὴν
τοῦ
σωτῆρος
ἡμῶν
θεοῦ
κοσμῶσιν
ἐν
πᾶσιν
.
11
Ἐπεφάνη
γὰρ
ἡ
χάρις
τοῦ
⸀
θεοῦ
σωτήριος
πᾶσιν
ἀνθρώποις
12
παιδεύουσα
ἡμᾶς
,
ἵνα
ἀρνησάμενοι
τὴν
ἀσέβειαν
καὶ
τὰς
κοσμικὰς
ἐπιθυμίας
σωφρόνως
καὶ
δικαίως
καὶ
εὐσεβῶς
ζήσωμεν
ἐν
τῷ
νῦν
αἰῶνι
,
13
προσδεχόμενοι
τὴν
μακαρίαν
ἐλπίδα
καὶ
ἐπιφάνειαν
τῆς
δόξης
τοῦ
μεγάλου
θεοῦ
καὶ
σωτῆρος
ἡμῶν
⸂
Ἰησοῦ
Χριστοῦ
⸃,
14
ὃς
ἔδωκεν
ἑαυτὸν
ὑπὲρ
ἡμῶν
ἵνα
λυτρώσηται
ἡμᾶς
ἀπὸ
πάσης
ἀνομίας
καὶ
καθαρίσῃ
ἑαυτῷ
λαὸν
περιούσιον
,
ζηλωτὴν
καλῶν
ἔργων
.
15
Ταῦτα
λάλει
καὶ
παρακάλει
καὶ
ἔλεγχε
μετὰ
πάσης
ἐπιταγῆς
·
μηδείς
σου
περιφρονείτω
.
3:1
Ὑπομίμνῃσκε
αὐτοὺς
⸀
ἀρχαῖς
ἐξουσίαις
ὑποτάσσεσθαι
πειθαρχεῖν
,
πρὸς
πᾶν
ἔργον
ἀγαθὸν
ἑτοίμους
εἶναι
,
2
μηδένα
βλασφημεῖν
,
ἀμάχους
εἶναι
,
ἐπιεικεῖς
,
πᾶσαν
ἐνδεικνυμένους
πραΰτητα
πρὸς
πάντας
ἀνθρώπους
.
3
ἦμεν
γάρ
ποτε
καὶ
ἡμεῖς
ἀνόητοι
,
ἀπειθεῖς
,
πλανώμενοι
,
δουλεύοντες
ἐπιθυμίαις
καὶ
ἡδοναῖς
ποικίλαις
,
ἐν
κακίᾳ
καὶ
φθόνῳ
διάγοντες
,
στυγητοί
,
μισοῦντες
ἀλλήλους
.
4
ὅτε
δὲ
ἡ
χρηστότης
καὶ
ἡ
φιλανθρωπία
ἐπεφάνη
τοῦ
σωτῆρος
ἡμῶν
θεοῦ
,
5
οὐκ
ἐξ
ἔργων
τῶν
ἐν
δικαιοσύνῃ
⸀
ἃ
ἐποιήσαμεν
ἡμεῖς
ἀλλὰ
κατὰ
⸂
τὸ
αὐτοῦ
ἔλεος
⸃
ἔσωσεν
ἡμᾶς
διὰ
λουτροῦ
παλιγγενεσίας
καὶ
ἀνακαινώσεως
πνεύματος
ἁγίου
,
6
οὗ
ἐξέχεεν
ἐφʼ
ἡμᾶς
πλουσίως
διὰ
Ἰησοῦ
Χριστοῦ
τοῦ
σωτῆρος
ἡμῶν
,
7
ἵνα
δικαιωθέντες
τῇ
ἐκείνου
χάριτι
κληρονόμοι
⸀
γενηθῶμεν
κατʼ
ἐλπίδα
ζωῆς
αἰωνίου
.
8
Πιστὸς
ὁ
λόγος
,
καὶ
περὶ
τούτων
βούλομαί
σε
διαβεβαιοῦσθαι
,
ἵνα
φροντίζωσιν
καλῶν
ἔργων
προΐστασθαι
οἱ
πεπιστευκότες
θεῷ
.
ταῦτά
⸀
ἐστιν
καλὰ
καὶ
ὠφέλιμα
τοῖς
ἀνθρώποις
·
9
μωρὰς
δὲ
ζητήσεις
καὶ
γενεαλογίας
καὶ
⸀
ἔρεις
καὶ
μάχας
νομικὰς
περιΐστασο
,
εἰσὶν
γὰρ
ἀνωφελεῖς
καὶ
μάταιοι
.
10
αἱρετικὸν
ἄνθρωπον
μετὰ
μίαν
καὶ
δευτέραν
νουθεσίαν
παραιτοῦ
,
11
εἰδὼς
ὅτι
ἐξέστραπται
ὁ
τοιοῦτος
καὶ
ἁμαρτάνει
,
ὢν
αὐτοκατάκριτος
.
12
Ὅταν
πέμψω
Ἀρτεμᾶν
πρὸς
σὲ
ἢ
Τυχικόν
,
σπούδασον
ἐλθεῖν
πρός
με
εἰς
Νικόπολιν
,
ἐκεῖ
γὰρ
κέκρικα
παραχειμάσαι
.
13
Ζηνᾶν
τὸν
νομικὸν
καὶ
⸀
Ἀπολλῶν
σπουδαίως
πρόπεμψον
,
ἵνα
μηδὲν
αὐτοῖς
λείπῃ
.
14
μανθανέτωσαν
δὲ
καὶ
οἱ
ἡμέτεροι
καλῶν
ἔργων
προΐστασθαι
εἰς
τὰς
ἀναγκαίας
χρείας
,
ἵνα
μὴ
ὦσιν
ἄκαρποι
.
15
Ἀσπάζονταί
σε
οἱ
μετʼ
ἐμοῦ
πάντες
.
ἄσπασαι
τοὺς
φιλοῦντας
ἡμᾶς
ἐν
πίστει
.
ἡ
χάρις
μετὰ
πάντων
⸀
ὑμῶν
.