ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β

1:1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ · 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ .

3 Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν , ἀδελφοί , καθὼς ἄξιόν ἐστιν , ὅτι ὑπεραυξάνει πίστις ὑμῶν καὶ πλεονάζει ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους , 4 ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε , 5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ , εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ , ὑπὲρ ἧς καὶ πάσχετε , 6 εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν 7 καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθʼ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπʼ οὐρανοῦ μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ 8 ἐν φλογὶ πυρός ⸃, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ , 9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ , 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν , ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς , ἐν τῇ ἡμέρᾳ ἐκείνῃ . 11 εἰς καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν , ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει , 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν , καὶ ὑμεῖς ἐν αὐτῷ , κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ .

2:1 Ἐρωτῶμεν δὲ ὑμᾶς , ἀδελφοί , ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν , 2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν , ὡς ὅτι ἐνέστηκεν ἡμέρα τοῦ κυρίου . 3 μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον · ὅτι ἐὰν μὴ ἔλθῃ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ἄνθρωπος τῆς ἀνομίας , υἱὸς τῆς ἀπωλείας , 4 ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν σέβασμα , ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός . 5 οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν ; 6 καὶ νῦν τὸ κατέχον οἴδατε , εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ · 7 τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας · μόνον κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται . 8 καὶ τότε ἀποκαλυφθήσεται ἄνομος , ὃν κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ , 9 οὗ ἐστιν παρουσία κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους 10 καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις , ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς · 11 καὶ διὰ τοῦτο πέμπει αὐτοῖς θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει , 12 ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ .

13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν , ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου , ὅτι εἵλατο ὑμᾶς θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας , 14 εἰς ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν , εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ . 15 ἄρα οὖν , ἀδελφοί , στήκετε , καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε διʼ ἐπιστολῆς ἡμῶν .

16 Αὐτὸς δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς πατὴρ ἡμῶν , ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι , 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ .

3:1 Τὸ λοιπὸν προσεύχεσθε , ἀδελφοί , περὶ ἡμῶν , ἵνα λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς , 2 καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων , οὐ γὰρ πάντων πίστις . 3 πιστὸς δέ ἐστιν κύριος , ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ . 4 πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφʼ ὑμᾶς , ὅτι παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε . 5 δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ .

6 Παραγγέλλομεν δὲ ὑμῖν , ἀδελφοί , ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρʼ ἡμῶν . 7 αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς , ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν 8 οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος , ἀλλʼ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν · 9 οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν , ἀλλʼ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς . 10 καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς , τοῦτο παρηγγέλλομεν ὑμῖν , ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω . 11 ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως , μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους · 12 τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν . 13 ὑμεῖς δέ , ἀδελφοί , μὴ ἐγκακήσητε καλοποιοῦντες .

14 Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς , τοῦτον σημειοῦσθε , μὴ συναναμίγνυσθαι αὐτῷ , ἵνα ἐντραπῇ · 15 καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε , ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν .

16 Αὐτὸς δὲ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ . κύριος μετὰ πάντων ὑμῶν .

17 ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου , ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ · οὕτως γράφω . 18 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν .