ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β

1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ κατʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ 2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ · χάρις , ἔλεος , εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν .

3 Χάριν ἔχω τῷ θεῷ , λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει , ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου , νυκτὸς καὶ ἡμέρας 4 ἐπιποθῶν σε ἰδεῖν , μεμνημένος σου τῶν δακρύων , ἵνα χαρᾶς πληρωθῶ 5 ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως , ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ , πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί . 6 διʼ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ , ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου · 7 οὐ γὰρ ἔδωκεν ἡμῖν θεὸς πνεῦμα δειλίας , ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ .

8 Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ , ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ , 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ , οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν , τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων , 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ⸃, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου , 11 εἰς ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος . 12 διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω , ἀλλʼ οὐκ ἐπαισχύνομαι , οἶδα γὰρ πεπίστευκα , καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν . 13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρʼ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ · 14 τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν .

15 Οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ , ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης . 16 δῴη ἔλεος κύριος τῷ Ὀνησιφόρου οἴκῳ , ὅτι πολλάκις με ἀνέψυξεν , καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη · 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν 18 δῴη αὐτῷ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν , βέλτιον σὺ γινώσκεις .

2:1 Σὺ οὖν , τέκνον μου , ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ , 2 καὶ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων , ταῦτα παράθου πιστοῖς ἀνθρώποις , οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι . 3 συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ ⸃. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις , ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ · 5 ἐὰν δὲ καὶ ἀθλῇ τις , οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ · 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν . 7 νόει λέγω · δώσει γάρ σοι κύριος σύνεσιν ἐν πᾶσιν .

8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν , ἐκ σπέρματος Δαυίδ , κατὰ τὸ εὐαγγέλιόν μου · 9 ἐν κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος . ἀλλὰ λόγος τοῦ θεοῦ οὐ δέδεται · 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς , ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου . 11 πιστὸς λόγος · εἰ γὰρ συναπεθάνομεν , καὶ συζήσομεν · 12 εἰ ὑπομένομεν , καὶ συμβασιλεύσομεν · εἰ ἀρνησόμεθα , κἀκεῖνος ἀρνήσεται ἡμᾶς · 13 εἰ ἀπιστοῦμεν , ἐκεῖνος πιστὸς μένει · ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται .

14 Ταῦτα ὑπομίμνῃσκε , διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίου , μὴ λογομαχεῖν , ἐπʼ οὐδὲν χρήσιμον , ἐπὶ καταστροφῇ τῶν ἀκουόντων . 15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ , ἐργάτην ἀνεπαίσχυντον , ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας . 16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο · ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας , 17 καὶ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει · ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος , 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν , λέγοντες ἀνάστασιν ἤδη γεγονέναι , καὶ ἀνατρέπουσιν τήν τινων πίστιν . 19 μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν , ἔχων τὴν σφραγῖδα ταύτην · Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ , καί · Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὀνομάζων τὸ ὄνομα κυρίου .

20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα , καὶ μὲν εἰς τιμὴν δὲ εἰς ἀτιμίαν · 21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων , ἔσται σκεῦος εἰς τιμήν , ἡγιασμένον , εὔχρηστον τῷ δεσπότῃ , εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον . 22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε , δίωκε δὲ δικαιοσύνην , πίστιν , ἀγάπην , εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας . 23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ , εἰδὼς ὅτι γεννῶσι μάχας · 24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι , ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας , διδακτικόν , ἀνεξίκακον , 25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους , μήποτε δώῃ αὐτοῖς θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας , 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος , ἐζωγρημένοι ὑπʼ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα .

3:1 Τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί · 2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι , φιλάργυροι , ἀλαζόνες , ὑπερήφανοι , βλάσφημοι , γονεῦσιν ἀπειθεῖς , ἀχάριστοι , ἀνόσιοι , 3 ἄστοργοι , ἄσπονδοι , διάβολοι , ἀκρατεῖς , ἀνήμεροι , ἀφιλάγαθοι , 4 προδόται , προπετεῖς , τετυφωμένοι , φιλήδονοι μᾶλλον φιλόθεοι , 5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι · καὶ τούτους ἀποτρέπου . 6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις , ἀγόμενα ἐπιθυμίαις ποικίλαις , 7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα . 8 ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ , οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ , ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν , ἀδόκιμοι περὶ τὴν πίστιν . 9 ἀλλʼ οὐ προκόψουσιν ἐπὶ πλεῖον , γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν , ὡς καὶ ἐκείνων ἐγένετο .

10 Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ , τῇ ἀγωγῇ , τῇ προθέσει , τῇ πίστει , τῇ μακροθυμίᾳ , τῇ ἀγάπῃ , τῇ ὑπομονῇ , 11 τοῖς διωγμοῖς , τοῖς παθήμασιν , οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ , ἐν Ἰκονίῳ , ἐν Λύστροις , οἵους διωγμοὺς ὑπήνεγκα · καὶ ἐκ πάντων με ἐρρύσατο κύριος . 12 καὶ πάντες δὲ οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται · 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον , πλανῶντες καὶ πλανώμενοι . 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης , εἰδὼς παρὰ τίνων ἔμαθες , 15 καὶ ὅτι ἀπὸ βρέφους ἱερὰ γράμματα οἶδας , τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ · 16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν , πρὸς ἐλεγμόν , πρὸς ἐπανόρθωσιν , πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ , 17 ἵνα ἄρτιος τοῦ θεοῦ ἄνθρωπος , πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος .

4:1 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ ⸃, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς , καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ · 2 κήρυξον τὸν λόγον , ἐπίστηθι εὐκαίρως ἀκαίρως , ἔλεγξον , ἐπιτίμησον , παρακάλεσον , ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ . 3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται , ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν , 4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν , ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται . 5 σὺ δὲ νῆφε ἐν πᾶσιν , κακοπάθησον , ἔργον ποίησον εὐαγγελιστοῦ , τὴν διακονίαν σου πληροφόρησον .

6 Ἐγὼ γὰρ ἤδη σπένδομαι , καὶ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν . 7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι , τὸν δρόμον τετέλεκα , τὴν πίστιν τετήρηκα · 8 λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος , ὃν ἀποδώσει μοι κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ , δίκαιος κριτής , οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ .

9 Σπούδασον ἐλθεῖν πρός με ταχέως · 10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα , καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην , Κρήσκης εἰς Γαλατίαν , Τίτος εἰς Δαλματίαν · 11 Λουκᾶς ἐστιν μόνος μετʼ ἐμοῦ . Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ , ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν , 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον . 13 τὸν φαιλόνην , ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ , ἐρχόμενος φέρε , καὶ τὰ βιβλία , μάλιστα τὰς μεμβράνας . 14 Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδώσει αὐτῷ κύριος κατὰ τὰ ἔργα αὐτοῦ 15 ὃν καὶ σὺ φυλάσσου , λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις .

16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο , ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη 17 δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με , ἵνα διʼ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη , καὶ ἐρρύσθην ἐκ στόματος λέοντος . 18 ῥύσεταί με κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον · δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων , ἀμήν .

19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον . 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ , Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα . 21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν . Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες .

22 κύριος μετὰ τοῦ πνεύματός σου . χάρις μεθʼ ὑμῶν .