ΙΩΑΝΝΟΥ Γ

1:1 πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ , ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ .

2 Ἀγαπητέ , περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν , καθὼς εὐοδοῦταί σου ψυχή . 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ , καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς . 4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν , ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦντα .

5 Ἀγαπητέ , πιστὸν ποιεῖς ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους , 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας , οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ · 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν . 8 ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους , ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ .

9 Ἔγραψά τι τῇ ἐκκλησίᾳ · ἀλλʼ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς . 10 διὰ τοῦτο , ἐὰν ἔλθω , ὑπομνήσω αὐτοῦ τὰ ἔργα ποιεῖ , λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς , καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει .

11 Ἀγαπητέ , μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν . ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν · κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν . 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας · καὶ ἡμεῖς δὲ μαρτυροῦμεν , καὶ οἶδας ὅτι μαρτυρία ἡμῶν ἀληθής ἐστιν .

13 Πολλὰ εἶχον γράψαι σοι ⸃, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν · 14 ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν ⸃, καὶ στόμα πρὸς στόμα λαλήσομεν .

15 Εἰρήνη σοι . ἀσπάζονταί σε οἱ φίλοι . ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα .