ΙΟΥΔΑ
1:1
Ἰούδας
Ἰησοῦ
Χριστοῦ
δοῦλος
,
ἀδελφὸς
δὲ
Ἰακώβου
,
τοῖς
ἐν
θεῷ
πατρὶ
⸀
ἠγαπημένοις
καὶ
Ἰησοῦ
Χριστῷ
τετηρημένοις
κλητοῖς
·
2
ἔλεος
ὑμῖν
καὶ
εἰρήνη
καὶ
ἀγάπη
πληθυνθείη
.
3
Ἀγαπητοί
,
πᾶσαν
σπουδὴν
ποιούμενος
γράφειν
ὑμῖν
περὶ
τῆς
κοινῆς
⸀
ἡμῶν
σωτηρίας
ἀνάγκην
ἔσχον
γράψαι
ὑμῖν
παρακαλῶν
ἐπαγωνίζεσθαι
τῇ
ἅπαξ
παραδοθείσῃ
τοῖς
ἁγίοις
πίστει
.
4
παρεισέδυσαν
γάρ
τινες
ἄνθρωποι
,
οἱ
πάλαι
προγεγραμμένοι
εἰς
τοῦτο
τὸ
κρίμα
,
ἀσεβεῖς
,
τὴν
τοῦ
θεοῦ
ἡμῶν
χάριτα
μετατιθέντες
εἰς
ἀσέλγειαν
καὶ
τὸν
μόνον
⸀
δεσπότην
καὶ
κύριον
ἡμῶν
Ἰησοῦν
Χριστὸν
ἀρνούμενοι
.
5
Ὑπομνῆσαι
δὲ
ὑμᾶς
βούλομαι
,
εἰδότας
⸂
ὑμᾶς
ἅπαξ
⸃
⸀
πάντα
,
ὅτι
⸀
Ἰησοῦς
λαὸν
ἐκ
γῆς
Αἰγύπτου
σώσας
τὸ
δεύτερον
τοὺς
μὴ
πιστεύσαντας
ἀπώλεσεν
,
6
ἀγγέλους
τε
τοὺς
μὴ
τηρήσαντας
τὴν
ἑαυτῶν
ἀρχὴν
ἀλλὰ
ἀπολιπόντας
τὸ
ἴδιον
οἰκητήριον
εἰς
κρίσιν
μεγάλης
ἡμέρας
δεσμοῖς
ἀϊδίοις
ὑπὸ
ζόφον
τετήρηκεν
·
7
ὡς
Σόδομα
καὶ
Γόμορρα
καὶ
αἱ
περὶ
αὐτὰς
πόλεις
,
τὸν
ὅμοιον
⸂
τρόπον
τούτοις
⸃
ἐκπορνεύσασαι
καὶ
ἀπελθοῦσαι
ὀπίσω
σαρκὸς
ἑτέρας
,
πρόκεινται
δεῖγμα
πυρὸς
αἰωνίου
δίκην
ὑπέχουσαι
.
8
Ὁμοίως
μέντοι
καὶ
οὗτοι
ἐνυπνιαζόμενοι
σάρκα
μὲν
μιαίνουσιν
,
κυριότητα
δὲ
ἀθετοῦσιν
,
δόξας
δὲ
βλασφημοῦσιν
.
9
ὁ
δὲ
Μιχαὴλ
ὁ
ἀρχάγγελος
,
ὅτε
τῷ
διαβόλῳ
διακρινόμενος
διελέγετο
περὶ
τοῦ
Μωϋσέως
σώματος
,
οὐκ
ἐτόλμησεν
κρίσιν
ἐπενεγκεῖν
βλασφημίας
,
ἀλλὰ
εἶπεν
·
Ἐπιτιμήσαι
σοι
κύριος
.
10
οὗτοι
δὲ
ὅσα
μὲν
οὐκ
οἴδασιν
βλασφημοῦσιν
,
ὅσα
δὲ
φυσικῶς
ὡς
τὰ
ἄλογα
ζῷα
ἐπίστανται
,
ἐν
τούτοις
φθείρονται
.
11
οὐαὶ
αὐτοῖς
,
ὅτι
τῇ
ὁδῷ
τοῦ
Κάϊν
ἐπορεύθησαν
,
καὶ
τῇ
πλάνῃ
τοῦ
Βαλαὰμ
μισθοῦ
ἐξεχύθησαν
,
καὶ
τῇ
ἀντιλογίᾳ
τοῦ
Κόρε
ἀπώλοντο
.
12
οὗτοί
εἰσιν
⸀
οἱ
ἐν
ταῖς
ἀγάπαις
ὑμῶν
σπιλάδες
συνευωχούμενοι
,
ἀφόβως
ἑαυτοὺς
ποιμαίνοντες
,
νεφέλαι
ἄνυδροι
ὑπὸ
ἀνέμων
παραφερόμεναι
,
δένδρα
φθινοπωρινὰ
ἄκαρπα
δὶς
ἀποθανόντα
ἐκριζωθέντα
,
13
κύματα
ἄγρια
θαλάσσης
ἐπαφρίζοντα
τὰς
ἑαυτῶν
αἰσχύνας
,
ἀστέρες
πλανῆται
οἷς
ὁ
ζόφος
τοῦ
σκότους
εἰς
αἰῶνα
τετήρηται
.
14
Προεφήτευσεν
δὲ
καὶ
τούτοις
ἕβδομος
ἀπὸ
Ἀδὰμ
Ἑνὼχ
λέγων
·
Ἰδοὺ
ἦλθεν
κύριος
ἐν
ἁγίαις
μυριάσιν
αὐτοῦ
,
15
ποιῆσαι
κρίσιν
κατὰ
πάντων
καὶ
ἐλέγξαι
⸂
πάντας
τοὺς
ἀσεβεῖς
⸃
περὶ
πάντων
τῶν
ἔργων
ἀσεβείας
αὐτῶν
ὧν
ἠσέβησαν
καὶ
περὶ
πάντων
τῶν
σκληρῶν
ὧν
ἐλάλησαν
κατʼ
αὐτοῦ
ἁμαρτωλοὶ
ἀσεβεῖς
.
16
οὗτοί
εἰσιν
γογγυσταί
,
μεμψίμοιροι
,
κατὰ
τὰς
ἐπιθυμίας
⸀
αὐτῶν
πορευόμενοι
,
καὶ
τὸ
στόμα
αὐτῶν
λαλεῖ
ὑπέρογκα
,
θαυμάζοντες
πρόσωπα
ὠφελείας
χάριν
.
17
Ὑμεῖς
δέ
,
ἀγαπητοί
,
μνήσθητε
τῶν
ῥημάτων
τῶν
προειρημένων
ὑπὸ
τῶν
ἀποστόλων
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
·
18
ὅτι
ἔλεγον
⸀
ὑμῖν
·
⸂
Ἐπʼ
ἐσχάτου
χρόνου
⸃
ἔσονται
ἐμπαῖκται
κατὰ
τὰς
ἑαυτῶν
ἐπιθυμίας
πορευόμενοι
τῶν
ἀσεβειῶν
.
19
οὗτοί
εἰσιν
οἱ
ἀποδιορίζοντες
,
ψυχικοί
,
πνεῦμα
μὴ
ἔχοντες
.
20
ὑμεῖς
δέ
,
ἀγαπητοί
,
⸂
ἐποικοδομοῦντες
ἑαυτοὺς
τῇ
ἁγιωτάτῃ
ὑμῶν
πίστει
⸃,
ἐν
πνεύματι
ἁγίῳ
προσευχόμενοι
,
21
ἑαυτοὺς
ἐν
ἀγάπῃ
θεοῦ
τηρήσατε
προσδεχόμενοι
τὸ
ἔλεος
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
εἰς
ζωὴν
αἰώνιον
.
22
καὶ
οὓς
μὲν
⸀
ἐλεᾶτε
⸂
διακρινομένους
,
23
οὓς
δὲ
σῴζετε
ἐκ
πυρὸς
ἁρπάζοντες
,
οὓς
δὲ
ἐλεᾶτε
ἐν
φόβῳ
⸃,
μισοῦντες
καὶ
τὸν
ἀπὸ
τῆς
σαρκὸς
ἐσπιλωμένον
χιτῶνα
.
24
Τῷ
δὲ
δυναμένῳ
φυλάξαι
⸀
ὑμᾶς
ἀπταίστους
καὶ
στῆσαι
κατενώπιον
τῆς
δόξης
αὐτοῦ
ἀμώμους
ἐν
ἀγαλλιάσει
25
⸀
μόνῳ
θεῷ
σωτῆρι
ἡμῶν
⸂
διὰ
Ἰησοῦ
Χριστοῦ
τοῦ
κυρίου
ἡμῶν
⸃
⸀
δόξα
μεγαλωσύνη
κράτος
καὶ
ἐξουσία
⸂
πρὸ
παντὸς
τοῦ
αἰῶνος
⸃
καὶ
νῦν
καὶ
εἰς
πάντας
τοὺς
αἰῶνας
·
ἀμήν
.