ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ

1:1 Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις · 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ .

3 Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν 4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν , μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος , 5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν , 6 πεποιθὼς αὐτὸ τοῦτο ὅτι ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ ⸃· 7 καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν , διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς , ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας · 8 μάρτυς γάρ μου θεός , ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ ⸃. 9 καὶ τοῦτο προσεύχομαι ἵνα ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει , 10 εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα , ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ , 11 πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ .

12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι , ἀδελφοί , ὅτι τὰ κατʼ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν , 13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν , 14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν .

15 Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν , τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν · 16 οἱ μὲν ἐξ ἀγάπης , εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι ⸃, 17 οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν , οὐχ ἁγνῶς , οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου ⸃. 18 τί γάρ ; πλὴν ὅτι παντὶ τρόπῳ , εἴτε προφάσει εἴτε ἀληθείᾳ , Χριστὸς καταγγέλλεται , καὶ ἐν τούτῳ χαίρω · ἀλλὰ καὶ χαρήσομαι , 19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ , 20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι , ἀλλʼ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου , εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου . 21 ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος . 22 εἰ δὲ τὸ ζῆν ἐν σαρκί , τοῦτό μοι καρπὸς ἔργου καὶ τί αἱρήσομαι οὐ γνωρίζω · 23 συνέχομαι δὲ ἐκ τῶν δύο , τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι , πολλῷ γὰρ μᾶλλον κρεῖσσον , 24 τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον διʼ ὑμᾶς . 25 καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως , 26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς .

27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε , ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν , ὅτι στήκετε ἐν ἑνὶ πνεύματι , μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου , 28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων ( ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας , ὑμῶν δὲ σωτηρίας , καὶ τοῦτο ἀπὸ θεοῦ , 29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ , οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν ), 30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί .

2:1 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ , εἴ τι παραμύθιον ἀγάπης , εἴ τις κοινωνία πνεύματος , εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί , 2 πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε , τὴν αὐτὴν ἀγάπην ἔχοντες , σύμψυχοι , τὸ ἓν φρονοῦντες , 3 μηδὲν κατʼ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν , ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν , 4 μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες , ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι . 5 τοῦτο φρονεῖτε ἐν ὑμῖν καὶ ἐν Χριστῷ Ἰησοῦ , 6 ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ , 7 ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών , ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος · καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος 8 ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου , θανάτου δὲ σταυροῦ · 9 διὸ καὶ θεὸς αὐτὸν ὑπερύψωσεν , καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα , 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων , 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός .

12 Ὥστε , ἀγαπητοί μου , καθὼς πάντοτε ὑπηκούσατε , μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου , μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε , 13 θεὸς γάρ ἐστιν ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας .

14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν , 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι , τέκνα θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης , ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ 16 λόγον ζωῆς ἐπέχοντες , εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ , ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα . 17 ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν , χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν · 18 τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι .

19 Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν , ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν . 20 οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει , 21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν , οὐ τὰ Ἰησοῦ Χριστοῦ ⸃. 22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε , ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον . 23 τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς · 24 πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι .

25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου , ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου , πέμψαι πρὸς ὑμᾶς , 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς , καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν . 27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ · ἀλλὰ θεὸς ἠλέησεν αὐτόν ⸃, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ , ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ . 28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος . 29 προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς , καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε , 30 ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν , παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας .

3:1 Τὸ λοιπόν , ἀδελφοί μου , χαίρετε ἐν κυρίῳ . τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν , ὑμῖν δὲ ἀσφαλές .

2 Βλέπετε τοὺς κύνας , βλέπετε τοὺς κακοὺς ἐργάτας , βλέπετε τὴν κατατομήν . 3 ἡμεῖς γάρ ἐσμεν περιτομή , οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες , 4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί .

Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί , ἐγὼ μᾶλλον · 5 περιτομῇ ὀκταήμερος , ἐκ γένους Ἰσραήλ , φυλῆς Βενιαμίν , Ἑβραῖος ἐξ Ἑβραίων , κατὰ νόμον Φαρισαῖος , 6 κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν , κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος .

7 Ἀλλὰ ἅτινα ἦν μοι κέρδη , ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν . 8 ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου διʼ ὃν τὰ πάντα ἐζημιώθην , καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω 9 καὶ εὑρεθῶ ἐν αὐτῷ , μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ , τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει , 10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ κοινωνίαν παθημάτων αὐτοῦ , συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ , 11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν .

12 Οὐχ ὅτι ἤδη ἔλαβον ἤδη τετελείωμαι , διώκω δὲ εἰ καὶ καταλάβω , ἐφʼ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ . 13 ἀδελφοί , ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι · ἓν δέ , τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος , 14 κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ . 15 ὅσοι οὖν τέλειοι , τοῦτο φρονῶμεν · καὶ εἴ τι ἑτέρως φρονεῖτε , καὶ τοῦτο θεὸς ὑμῖν ἀποκαλύψει · 16 πλὴν εἰς ἐφθάσαμεν , τῷ αὐτῷ στοιχεῖν .

17 Συμμιμηταί μου γίνεσθε , ἀδελφοί , καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς · 18 πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν , νῦν δὲ καὶ κλαίων λέγω , τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ , 19 ὧν τὸ τέλος ἀπώλεια , ὧν θεὸς κοιλία καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν , οἱ τὰ ἐπίγεια φρονοῦντες . 20 ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει , ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν , 21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα . 4:1 ὥστε , ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι , χαρὰ καὶ στέφανός μου , οὕτως στήκετε ἐν κυρίῳ , ἀγαπητοί .

2 Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ . 3 ναὶ ἐρωτῶ καὶ σέ , γνήσιε σύζυγε ⸃, συλλαμβάνου αὐταῖς , αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου , ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς .

4 Χαίρετε ἐν κυρίῳ πάντοτε · πάλιν ἐρῶ , χαίρετε . 5 τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις . κύριος ἐγγύς · 6 μηδὲν μεριμνᾶτε , ἀλλʼ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετʼ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν · 7 καὶ εἰρήνη τοῦ θεοῦ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ .

8 Τὸ λοιπόν , ἀδελφοί , ὅσα ἐστὶν ἀληθῆ , ὅσα σεμνά , ὅσα δίκαια , ὅσα ἁγνά , ὅσα προσφιλῆ , ὅσα εὔφημα , εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος , ταῦτα λογίζεσθε · 9 καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί , ταῦτα πράσσετε · καὶ θεὸς τῆς εἰρήνης ἔσται μεθʼ ὑμῶν .

10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν , ἐφʼ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ . 11 οὐχ ὅτι καθʼ ὑστέρησιν λέγω , ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι · 12 οἶδα καὶ ταπεινοῦσθαι , οἶδα καὶ περισσεύειν · ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι , καὶ χορτάζεσθαι καὶ πεινᾶν , καὶ περισσεύειν καὶ ὑστερεῖσθαι · 13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με . 14 πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει .

15 Οἴδατε δὲ καὶ ὑμεῖς , Φιλιππήσιοι , ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου , ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας , οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι , 16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε . 17 οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα , ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν . 18 ἀπέχω δὲ πάντα καὶ περισσεύω · πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρʼ ὑμῶν , ὀσμὴν εὐωδίας , θυσίαν δεκτήν , εὐάρεστον τῷ θεῷ . 19 δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ . 20 τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων · ἀμήν .

21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ . ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί . 22 ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι , μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας . 23 χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν .